Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.16 Joseph. AJ 10.20 (English) >>Joseph. AJ 10.24

10.18ταραχθεὶς οὖν ὑπὸ τούτων βασιλεὺς Σεναχείριμος ἐπὶ τὸν ἱερέα τὸν Ἡφαίστου στρατεῦσαι ἔλεγεν ὡς οὗτος βασιλεὺς ἐπὶ τὸν τῶν Αἰγυπτίων ἔλθοι βασιλέα ἱερέα ὄντα τοῦ Ἡφαίστου, πολιορκῶν δὲ τὸ Πηλούσιον ἔλυσε τὴν πολιορκίαν ἐξ αἰτίας τοιαύτης· ηὔξατο βασιλεὺς τῶν Αἰγυπτίων τῷ θεῷ, γενόμενος ἐπήκοος θεὸς πληγὴν ἐνσκήπτει τῷ Ἄραβι· 10.19πλανᾶται γὰρ κἀν τούτῳ οὐκ Ἀσσυρίων λέγων τὸν βασιλέα ἀλλʼ Ἀράβων· μυῶν γὰρ πλῆθός φησι μιᾷ νυκτὶ τὰ τόξα καὶ τὰ λοιπὰ ὅπλα διαφαγεῖν τῶν Ἀσσυρίων, καὶ διὰ τοῦτο μὴ ἔχοντα τόξα τὸν βασιλέα τὴν στρατιὰν ἀπάγειν ἀπὸ τοῦ Πηλουσίου. 10.20καὶ Ἡρόδοτος μὲν οὕτως ἱστορεῖ, Βηρωσὸς δὲ τὰ Χαλδαϊκὰ συγγραψάμενος μνημονεύει τοῦ βασιλέως τοῦ Σεναχειρίμου, καὶ ὅτι τῶν Ἀσσυρίων ἦρχε καὶ ὅτι πάσῃ ἐπεστρατεύσατο τῇ Ἀσίᾳ καὶ τῇ Αἰγύπτῳ λέγων οὕτως· 10.21

Ὑποστρέψας δʼ Σεναχείριμος ἀπὸ τῶν Αἰγυπτίων πολέμων εἰς τὰ Ἱεροσόλυμα, καταλαβὼν ἐκεῖ τὴν ὑπὸ τῷ στρατηγῷ Ῥαψάκῃ δύναμιν τοῦ θεοῦ λοιμικὴν ἐνσκήψαντος αὐτοῦ τῷ στρατῷ νόσον κατὰ τὴν πρώτην νύκτα τῆς πολιορκίας διαφθείρονται μυριάδες ὀκτωκαίδεκα καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις. 10.22ὑπὸ ταύτης δὲ τῆς συμφορᾶς εἰς φόβον καὶ δεινὴν ἀγωνίαν καταστὰς καὶ δείσας περὶ τῷ στρατῷ παντὶ φεύγει μετὰ τῆς λοιπῆς δυνάμεως εἰς τὴν αὑτοῦ βασιλείαν τὴν Νίνου προσαγορευθεῖσαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.16 Joseph. AJ 10.20 (English) >>Joseph. AJ 10.24

Powered by PhiloLogic